Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμζʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-39
Not analysed yet
Εἰ δὲ καὶ νοήσειέ τις τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, ἐξ οὗ διαπαντὸς τρέφεται ὁ Χριστοῦ λαὸς ζωογονοῦντος καὶ ζωοποιοῦντος οὐ τὰ σώματα τῶν ἀνθρώπων, ἀλλὰ τὰς ψυχὰς καὶ πληροῦντος αὐτὰς δυνάμεως καὶ ἰσχύος, ὡς μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἑστάναι καὶ μηδὲ πώποτε τοῖς πολεμίοις παραχωρεῖν, πῶς οὐκ ἂν ἡγήσαιτο ἐπὶ ταύτης μᾶλλον κυριολεκτεῖσθαι τὴν λέγουσαν φωνήν· καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε; πυρὸς γὰρ τίς ἦν ἄλλος, εἰ μὴ ὁ εἰπών· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πλεῖστον καρπὸν φέρει · ὁ αὐτὸς δ’ ἐστιν ὁ εἰπών· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις .