Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-4
Not analysed yet
Μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην μόνοι εἶεν ἂν ἄξιοι τοῦ λαλεῖν τὰς δυναστείας τοῦ κυρίου . εἶεν δ’ ἂν οὗτοι οἱ τὰ ἐν ταῖς γραφαῖς κεκριμένα ὑπὸ τοῦ θεοῦ ἐπιτελοῦντες καὶ οἱ πάντα κρίσει καὶ λόγῳ πράττοντες οἵ τε διαπαντὸς πρὸ ὀφθαλμῶν τὴν τοῦ θεοῦ κρίσιν ἔχοντες· οὗτοι γὰρ δικαίως λεχθεῖεν ἂν μακάριοι. ἀκόλουθον δὲ ἦν τοὺς μεμνημένους τῆς κρίσεως τοῦ θεοῦ καὶ μηδὲν ἄκριτον ἐνεργοῦντας ποιητὰς εἶναι δικαιοσύνης ἅτε δὴ ἔργοις τὸ δίκαιον καὶ τὰς τῷ θεῷ ἀρεστὰς δικαιοπραγίας ἐπιτελοῦντας διαπαντός. τούτοις ἁρμόζει καὶ τὸ λαλεῖν τὰς δυναστείας κυρίου καὶ ἀκουστὰς ποιεῖν πάσας τὰς αἰνέσεις αὐτοῦ .