Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-5
Not analysed yet
Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου. οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. Οὐ μόνοι, φησίν, ἡμάρτομεν, ἀλλ’ εἴ τις ἐξετάσειεν ἄνωθεν ἀπὸ τῶν πρώτων χρόνων, εὕροι ἂν ἀεὶ καὶ ἐκ τοῦ παντὸς ἁμαρτητικὸν τυγχάνον τὸ ἡμέτερον γένος. διό φησιν ὁ προφήτης· οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι . πρῶτοι γοῦν οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ τοσούτων θαυμασίων ἐπιτελουμένων διὰ Μωυσέως οὐ συνῆκαν, ἀλλὰ καὶ σωτηρίας τυγχάνοντες καὶ τῆς ὑπ’ Αἰγυπτίοις δουλείας ἐλευθερωθέντες οὐκ ἔγνωσαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας οὔτε διὰ τὸ εἶναι ἐπισκοπῆς θεοῦ ἀξίους, διὰ δὲ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ τούτων τετυχήκασιν.