Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-40
Not analysed yet
Αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ, τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Διὰ τοῦ δράκοντες καὶ πᾶσαι ἄβυσσοι τὴν τῶν καταχθονίων χώραν παρίστησι. λέγει γοῦν ὁ ἀπόστολος· μὴ εἴπης· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ καὶ παρὰ τῷ Ἰὼβ εἴρηται· ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας .