Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-44
Not analysed yet
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Πρὸς μὲν τὸ αἰνεῖτε τὸν κύριον ἐν τοῖς οὐρανοῖς συναπτέον τὸ αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη. αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς . πρὸς δὲ τὸ αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις καταλλήλως ἀποδοτέον τὸ αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ· ἥλιος μὲν γὰρ καὶ σελήνη αἰσθητὰ σώματα ὄντες καὶ ἐν τοῖς φαινομένοις ὁρώμενοι εἰκότως ἀπὸ τῶν αἰσθητῶν οὐρανῶν αἰνεῖν τὸν ἑαυτῶν ποιητήν τε καὶ δημιουργὸν θεὸν προστάττονται. ἄγγελοι δὲ καὶ δυνάμεις αὐτοῦ ἅτε ἀφανεῖς ὄντες καὶ ἡμῖν ἀόρατοι ἀπὸ τῶν ἀφανῶν ἡμῖν ὑψίστων τῷ θεῷ τὸν αἶνον ἀποδιδόναι κελεύονται.