Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρνʹ Παρακέλευσις ὕμνου καθολική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-42
Not analysed yet
Ὁ μέντοι γε Ἀκύλας ἀντὶ τοῦ ἐν τοῖς ἁγίοις αὐτοῦ, ἐν ἡγιασμένῳ αὐτοῦ ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἐν τῷ ἁγίῳ αὐτοῦ . Καὶ μήποτε τῶν οὐρανῶν καὶ τῶν ὑπὲρ ταῦτα ὑψίστων ἕτερός ἐστιν ἅγιος τοῦ θεοῦ, ὃν καὶ οἱ δαίμονες καταπλαγέντες ἔλεγον· οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ ,ἐν ᾧ γενόμενος τὸν παρόντα αἶνον τοῖς ἄκρως τετελειωμένοις ἀναπέμψαι δυνήσεται οὐκ οἶδε γὰρ μακαριώτερον τοῦ ἑνωθῆναι αὐτῷ καὶ δι’ αὐτοῦ τῷ πατρὶ καὶ τὴν πρέπουσαν ἀναπέμπειν δοξολογίαν. Ἀλλὰ γὰρ μετὰ τὸ πρῶτον τάγμα ὑποβαίνει καί φησιν· αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ.