Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρνʹ Παρακέλευσις ὕμνου καθολική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-45
Not analysed yet
Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Οἱ τὰ φερόμενα ἐν τῷ πρὸ τούτου ψαλμῷ κατορθώσαντες αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ ὁμολογοῦντες διὰ τῶν χαριστηρίων αἴνων αὐτοῦ κατορθώματα εἶναι, ἃ ἐδόξατε ἐπιτελεῖν ὑμεῖς. Ἐν δὲ τοῖς ἁγίοις αὐτοῦ τοὺς αἴνους ἀναπέμπετε. ἅγια δὲ θεοῦ καλούμενα καὶ ἅγια τῶν ἁγίων, ὧν σύμβολον ἔφερεν ἡ ἐσωτέρα σκηνή ,εἰς ἣν ὁ ἀρχιερεὺς μόνος εἰσήρχετο ἅπαξ τοῦ ἐνιαυτοῦ . ταῦτα δὲ τὰ ἅγια εἴρηται ἐν τοῖς ἐπουρανίοις ,ἔνθα ἡ ἀληθινὴ λατρεία τοῦ πνευματικοῦ νόμου ἐπιτελεῖται Χριστοῦ ἀρχιερέως ὄντος τοῦ καὶ εἰσερχομένου μόνου εἰς τὰ οὕτως ὑπεραίροντα ἅγια, δι’ οὗ καὶ τοὺς αἴνους ὑμῶν ἀναφέροντες, ἵνα αὐτοὺς προσαγάγη τῷ πατρί, αἰνεῖν δύνασθε ἐν τοῖς οὕτω νοηθεῖσιν ἁγίοις. Αἰνεῖτε δὲ αὐτὸν καὶ ἐν τοῖς δόγμασι τῆς ἀληθείας ἁγίοις οὖσι καὶ ἐν αὐταῖς ταῖς γραφαῖς πολλὴν ἁγιότητα ἐχούσαις. καὶ πᾶς δὲ τυχὼν τῶν τοῦ ἁγίου πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ λόγου γνώσεως καὶ πίστεως καὶ τῶν συνηριθμημένων, αἰνεῖ τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. εἰ δὲ βούλει καὶ τοὺς ἀγγέλους ἁγίους εἰπεῖν, νοήσεις καὶ οὕτως ἀντὶ τοῦ σὺν αὐτοῖς καὶ ἅμα αὐτοῖς τοῦτο ποιοῦντες.