Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-7
Not analysed yet
Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Διάβολος ἔστη ἐκ δεξιῶν αὐτοῦ ὁ ὑποσκελίσας αὐτόν, πάντα, ἃ πρότερον ἐδόκει κεκτῆσθαι δεξιᾷ τῆς αὐτοῦ ψυχῆς, ἀποσυλήσας.