Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρηʹ Πάθη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-7
Not analysed yet
Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα. σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ, διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ. Εἰκὸς καὶ ῥητῶς κατὰ ψιλὴν τὴν λέξιν ταῦτα πάντα πεπληρῶσθαι κατὰ τοῦ προδότου μετὰ τὴν ἀνάρτησιν αὐτοῦ ἅμα μὲν ὀρφανῶν γενομένων αὐτοῦ τῶν παίδων, ἅμα δὲ τῆς γυναικὸς ἐν χηρείᾳ καταστάσης καὶ τῶν ἑξῆς καταλεχθέντων ἁπάντων πρὸς λέξιν τέλος εἰληφότων, ὡς ἐπαληθεῦσαι τὴν πρόρρησιν τοῦ σωτῆρος ἡμῶν διὰ τοῦ ψαλμοῦ ταῦτα ἔσεσθαι. νοήσεις ταῦτα καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Ἰουδαίων ἔθνους κατὰ λέξιν πεπληρωμένα μετὰ τὴν εἰς τὸν Χριστὸν ἐπιβουλήν.