Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρθʹ Νίκη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-8
Not analysed yet
Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιών. καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ῥάβδον δυνάμεως ἐν τούτοις ἡγοῦμαι τὸν εὐαγγελικὸν λόγον εἰρῆσθαι. ἐπίστησον δὲ μήποτε καθ’ ἕτερον τρόπον ῥάβδος δυνάμεως εἴρηται ἐνταῦθα ἡ ἐν δευτέρῳ ψαλμῷ κεκλημένη ῥάβδος σιδηρᾶ . ὁ μὲν οὖν εὐαγγελικὸς λόγος ὁ τῆς τοῦ σωτῆρος ἡμῶν δυνάμεως καὶ τῆς κατ’ αὐτὸν οἰκονομίας ἀπαγγελτικὸς ἡ παιδευτικὴ καὶ σωτήριος εἴη ἂν ῥάβδος, ἡ δὲ τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων τῆς αὐτοῦ ἐκκλησίας καθαιρετικὴ καλουμένη σιδηρᾶ ,δι’ ἧς ὡς σκεῦος κεραμέως συντρίψειν λέγεται τοὺς ἐχθροὺς αὐτοῦ. ἐπεὶ τοίνυν ὁ Χριστὸς τὰς ἐκκλησίας αὐτοῦ ἐν μέσαις ταῖς πόλεσι καὶ ἐν αὐτοῖς μέσοις ἔθνεσι μεταξύ τε τῶν ἐχθρῶν καὶ πολεμίων συνεστήσατο, ἀναγκαίως λέλεκται, ὅτι ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιών, ἵνα κατακυριεύσῃ ἐν μέσῳ τῶν ἐχθρῶν σου· ἀπὸ γὰρ τῆς ἐπουρανίου Σιών ,δι’ ἧς πολλὰ πολλάκις αἱ γραφαὶ παραδεδώκασι, μίαν τινὰ ῥάβδον ἀπελαστικὴν τῶν σῶν ἐχθρῶν, οὐκ ἄλλοθεν, ἀλλ’ ἐκ τῆς σῆς δυνάμεως, εἰς ἀνθρώπους ἀποστελεῖ κύριος ὁ θεός, ὅπως ἐν μέσαις αὐταῖς ταῖς πόλεσι καὶ ἐν μέσοις τοῖς ἐχθροῖς κατακυριεύῃς τῶν σῶν ἐκκλησιῶν. περὶ ταύτης εἴρηται· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ ,καὶ ὅτι ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος .