Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρθʹ Νίκη Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-8
Not analysed yet
Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησί· μετὰ σοῦ ἑκουσιασμοὶ ἐν ἡμέρᾳ εὐπορίας σου ἐν διαπρεπίαις ἡγιασμένου ,ὁ δὲ Σύμμαχος· ὁ λαός σου ἡγεμονικοὶ ἐν ἡμέρᾳ τῆς ἰσχύος σου ἐν ὄρεσιν ἁγίοις ,ἡ δὲ πέμπτη ἔκδοσις· μετὰ σοῦ ἑκουσιασμοὶ ἐν ἡμέρᾳ δυνάμεώς σου ἐν δόξῃ τῶν ἁγίων . παρίστησι δὲ διὰ τούτων ὁ λόγος, ὅτι μὴ ἐπάναγκες τοὺς εἰς αὐτὸν πιστεύοντας ὑποχειρίους ποιήσεται τῇ αὐτοῦ ἀρχῇ, ἀλλὰ τοὺς μετὰ προθυμίας ἐθελοντὶ στέργοντας καὶ ἀγαπῶντας τὸν αὐτοῦ λόγον, τούτους προσδέξεται. διό φησι κατὰ τὸν Ἀκύλαν· μετὰ σοῦ ἑκουσιασμοί μου ἐν ἡμέρᾳ εὐπορίας σου . ὁ δὲ Σύμμαχος φάσκων· ὁ λαός σου ἡγεμονικοὶ ἐν ἡμέρᾳ τῆς ἰσχύος σου ἐν ὄρεσιν ἁγίοις, τὰ τέλη παρίστησι τῶν διὰ τοῦ σωτηρίου λόγου κατορθούντων. ἐν τῇ ἡμέρᾳ τῆς ἰσχύος ,τουτέστιν ἐν τῷ τῆς βασιλείας καιρῷ, διαπρέπουσιν οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ἐν διαπρεπείαις ἡγιασμένου · εὐποροῦντος γάρ, φησί, τοῦ σοῦ λόγου καὶ διαπρέποντος ἑκουσιασμοὶ ἔσονται οὐ παρὰ προαίρεσιν ἀναγκασθησομένων, ἀλλ’ ἑκουσίᾳ γνώμῃ καὶ προθυμίᾳ προελευσομένων τῇ σῇ εὐπορίᾳ καὶ τῇ σῇ διδασκαλίᾳ.