Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-11
Not analysed yet
Μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μήποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστι ὁ θεὸς αὐτῶν; ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω. ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν. Ἐνταῦθά μοι δοκεῖ τὸ πνεῦμα τὸ θεῖον αἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀποβολὴν εὐχήν τε αὐτοῖς παραδιδόναι εἰς ἐξομολόγησιν ἐκ προσώπου τε αὐτῶν τὰ παρόντα φάσκειν, δι’ ὧν παρίστανται μηκέτι ἔχοντες τὴν ἐπισκοποῦσαν αὐτοὺς θείαν δύναμιν. διὸ διδάσκονται δέεσθαι καὶ παρακαλεῖν διὰ τοῦ λέγειν· ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος, ἧς καταξιοῦνται πάντα τὰ ἔθνη. ἀλλὰ μὴ ἡμῖν ποιήσῃς, δέσποτα, ἀλλὰ διὰ τὸ ὄνομά σου τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ’ ἡμᾶς. καὶ μὴ ταῖς ἡμῶν δικαιοσύναις, ἀλλὰ τῷ σῷ ἐλέει χάρισαι καὶ τῇ σῇ ἀληθείᾳ· εἰ γὰρ μὴ ἐλεήσειας, ἐροῦσι τὰ ἔθνη· ποῦ ἐστι ὁ θεὸς αὐτῶν; ἀλλ’ ἵνα μήποτε τοῦτον εἴπωσι τὸν λόγον, χάρισαι ἡμῖν καὶ δώρησαι τὸ ἔλεός σου· κἂν γὰρ μηκέθ’ ἡμᾶς ἡ σὴ ἐπισκοπὴ διακυβερνᾷ, ἀλλὰ πεπείσμεθά σε εἶναι ἐν τῷ οὐρανῷ καὶ ταῦτα ποιεῖν, ἅπερ ἠβουλήθης.