Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-12
Not analysed yet
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Διέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ἑκατοστοῦ τρισκαιδεκάτου ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε εἶναι ἑκατοστὸν τεσσαρεσκαιδέκατον ψαλμὸν τὸν μετὰ χεῖρας. ἐπεὶ δὲ ἐγκύψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ καὶ τοῖς αὐτῶν χαρακτῆρσι συνημμένας εὗρον τὰς λέξεις, ἐπέστησα καλῶς ἔχειν ἀκολουθῆσαι τῇ Ἑβραικῇ βίβλῳ συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐτὰ τοῦ ἑκατοστοῦ τρισκαιδεκάτου ὕμνου. δοκεῖ οὖν καὶ τὰ προκείμενα ἀνηρτῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες, οἷς ἐλέγετο· αἰνεῖτε, παῖδες, κύριον ,τουτέστιν ὁ νέος λαός, ποῖον κύριον προσήκει αἰνεῖν, δηλαδὴ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομισμένους αὐτῶν θεούς, ὁποῖοί τινες ἦσαν, μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ καὶ τυφλὰ καὶ κωφὰ εἴδωλα οὐδὲν ὅμοιον ἔχοντα οὐχ ὅπως τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ’ οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως, πάντῃ δὲ ἄψυχος ὕλη καθέστηκεν. κἀκεῖνα μέν, λέγω δὴ τὰ ἄλογα ζῷα, θεοῦ λόγῳ συνέστηκεν. οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνει . Διδάσκονται δὲ λέγειν οἱ αὐτοί· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς, οὐχ ἵνα ἐπαρῶνται τοῖς ἀνθρώποις, ἀλλ’ ὡς ἂν εἰδεῖεν, ὅτι τοῦτο ἕπεται τοῖς εἰδωλολάτραις· οἱ γὰρ τοῖς ἀψύχοις εἰδώλοις ὡς θεοῖς προσανέχοντες νεκρῶν καὶ ἀναισθήτων εἰδώλων οὐδὲν διοίσουσι τοσαύτην βλάβην ἐπεργαζομένης ἐν αὐτοῖς τῆς περὶ τὰ εἴδωλα φωλευούσης δαιμονικῆς ἐνεργείας.