Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-14
Not analysed yet
δ Ἡ τετάρτη ᾠδὴ τῶν ἀναβαθμῶν πάλιν εὐχὴν περιέχει τῶν ἐπὶ τῆς αὐτῆς πορείας παρελκομένων καὶ διὰ πολλῶν ἐθνῶν τὴν ἐπάνοδον ποιουμένων, εἴτε οἱ περὶ τὸν Ζοροβάβελ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ ὑπῆρχον οὗτοι εἴτε οἱ περὶ τὸν Νεμίαν καὶ Ἔσδραν. κάμνοντες δὲ τὰ κατὰ τὴν ὁδόν ἐλέου καὶ οἴκτου δέονται τυχεῖν παρὰ τοῦ θεοῦ. διό φασιν· ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως . εἰκὸς γὰρ αὐτοὺς καὶ ἐξουθενεῖσθαι καταφρονουμένους ὑπὸ τῶν ἐθνῶν τῶν μεταξὺ τῆς Ἱερουσαλὴμ καὶ Βαβυλῶνος, δι’ ὧν τὴν ἐπάνοδον ἐποιοῦντο.