Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-15
Not analysed yet
ε Τὴν πέμπτην ᾠδὴν τῶν ἀναβαθμῶν ᾄδουσιν οἱ ἐπιβάντες ἤδη λοιπὸν τῆς Ἰουδαίας γῆς εὐχάς τε ἀναπέμπουσιν εὐχαριστηρίους τῷ θεῷ, ἐφ’ οἷς ἐρρύσθησαν ἀπό τε τῆς αἰχμαλωσίας καὶ τῶν μεταξὺ ὄντων ἐχθρῶν τε καὶ πολεμίων. διό φασιν· εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ,καὶ τὰ ἀκόλουθα ὡς ἐπιλέγουσιν· ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν · σαφῶς γὰρ ἤδη ῥυσθέντες καὶ ἀπαλλαγέντες τῶν πολεμίων ἔξω τε γενόμενοι παντὸς φόβου ταῦτα ᾄδουσιν.