Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκβʹ Εὐχῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-18
Not analysed yet
Τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Ἐπακούσας ὁ λόγος τῶν εὐξαμένων ἀποκρίνεται λέγων αὐτοῖς· ὦ οὗτοι θαρσεῖτε· ὅσον γὰρ οὔπω ὄψεσθε τὸ ἐκ θεοῦ ὄνειδος ἐπαχθησόμενον τοῖς ὑμᾶς ἐξουθενοῦσι καὶ τοῖς κατὰ τὸν ἐνεστῶτα βίον εὐθηνοῦσιν. ἀντὶ γοῦν τῆς προσκαίρου ταύτης εὐθηνίας καὶ εὐθυμίας καὶ τρυφῆς τοῦ βίου καὶ ἀντὶ τῆς ἐξουδενώσεως, ἣν οἱ κατὰ τὸν παρόντα βίον ὑπερήφανοι ἐξουδενοῦσι τοὺς τῷ θεῷ ἀνακειμένους, ἡ ἀληθὴς καὶ αἰωνία ἐξουδένωσις αὐτοὺς μετελεύσεται· ἀναστήσονται γὰρ εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.