Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμαʹ Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-27
Not analysed yet
Καὶ σὺ ἔγνως τὰς τρίβους μου. ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με. ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ’ ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος παντὸς δρασμοῦ καὶ φυγῆς ἀποκέκλειστο, οὔτε μία παρῆν αὐτῷ βοηθείας ἐλπίς, ἀλλ’ οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυόμενος ἢ ἐπιζητῶν. ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθροὺς ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυίδ, εἰκότως ἔλεγε τὸ ἔκρυψαν παγίδα μοι. ἀλλ’ οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς παγίδος διὰ τὴν προκειμένην προσευχήν. θαρσῶν δὲ τῇ τοῦ βίου αὐτοῦ πορείᾳ ταῖς τε πράξεσι καὶ ταῖς ὁδοῖς, αἷς ἐβάδιζεν ἀδίκως ἐλαυνόμενος καὶ πολεμούμενος, φησὶ τῷ θεῷ τὸ καὶ σὺ ἔγνως τὰς τρίβους μου.