Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμαʹ Φωνὴ τοῦ κατὰ θεὸν πολεμουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-23
Not analysed yet
Ἐκέκραξα πρὸς σέ, κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν κύριον· ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι πλησίον παρόντος τοῦ ἐχθροῦ. τὴν μόνην δ’ ἐλπίδα αὐτοῦ τὸν θεὸν ἔχειν ὁμολογήσας οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. ἀλλὰ καὶ εἴ τις ἔσται γῇ ζώντων, ὁμολογῶ, φησίν, ἐγὼ μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ, ὁ θεὸς, ἡ μερίς μου ἐν γῇ ζώντων, ὡς, εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζώντων. ζώντων δὲ γῆ οὐχ ἡ πατουμένη νῦν πρὸς ἡμῶν –θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη –ἀλλ’ ἣν κληρονομήσουσιν οἱ πρᾳεῖς ,ἐφ’ ᾗ ζῶντες πάντες κατὰ τὴν αἰώνιον ζωὴν διατρίβουσιν.