Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-3
Not analysed yet
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὥσπερ οὖν καὶ τὰ κύματα, φησίν, τῆς δηλωθείσης θαλάσσης καίτοι ἄψυχα ὄντα κατά τινας ἀντιπαθείας ἡμῖν ἀλήπτους . εἰ δὲ τὰ κύματα τῆς ἀβύσσουἀπὸ φωνῆς τῆς βροντῆς τοῦ θεοῦ δειλιᾷ, πόσῳ πλέον καὶ τὰ ἔμψυχα καὶ τὰ ἄλογα τῶν ζῴων; εἰ δὲ ταῦτα, δηλονότι καὶ εἴ τινες ἂν εἶεν περὶ τὸν ἀέρα δυνάμεις τά τε πνεύματα τὰ ἀντικείμενα· εἰκὸς γὰρ τοῖς πᾶσι μνήμην ἐγγίνεσθαι τοῦ πάντων δεσπότου συναίσθησίν τε φυσικὴν τοῦ πάντων ποιητοῦ καὶ δημιουργοῦ τῶν ὅλων, ὥστ’ ἄν τινα εἰπεῖν, μεγάλην εἶναι φωνὴν διαδασκαλικὴν εὐσεβείας τοῖς πᾶσι τὴν ἐξακουομένην βροντὴν πᾶσαν τὴν κτίσιν ἐπὶ τὸν τοῦ θεοῦ φόβον ἐκκαλουμένην. τηλαυγῶς δὲ τοῦτο παρίστησιν ὁ φάσκων που ἐν ψαλμοῖς λόγος· φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησε. καὶ πάλιν· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ.