Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-3
Not analysed yet
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Τὴν δὲ μέχρι τούτων ἐκτεινομένην τοῦ θεοῦ πρόνοιαν ὁ σωτὴρ ἡμῶν παριστὰς ἔλεγεν· ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας. καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά.