Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.45
Not analysed yet
σεν Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Νοήσεις καὶ οὕτως ἐπιστήσας ὡς πρὸ ἡλίου διανιστάμενος τῆς κοίτης κατὰ τὸν λέγοντα· ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός ,καί· ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω ,τὸν πρῶτον ἀνέπεμπεν ὕμνον. εἶτ’ ἐπιστάσης ἡμέρας κατὰ τὴν πρώτην ὥραν ὥσπερ ἑωθινὴν θυσίαν προσέφερε τῷ θεῷ τὸν δεύτερον καὶ κατὰ τὴν τρίτην ὡσαύτως τὸν τρίτον καὶ πάλιν κατὰ τὴν ἕκτην τὸν τέταρτον, κατὰ δὲ τὴν ἐνάτην ὥραν τὸν πέμπτον, κατὰ δὲ τὴν δωδεκάτην τὸν ἕκτον. εἶτα ἑσπέρας μετὰ τὴν τοῦ σώματος θεραπείαν ἐπὶ κοίτην μέλλων τρέπεσθαι τὸν ἕβδομον ὕμνον ἀπεδίδου. καὶ οὕτως ἐπληροῦτο τό· ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε.