Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.44
Not analysed yet
ρης Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με. διὰ τὸν λόγον σου ζῆσόν με. Πρὸς τοὺς ἀδικοῦντας αὐτὸν ἀντικαταστῆναι θεὸν ἀξιοῖ καὶ τὴν δίκην ἰδίαν ποιήσασθαι. τοῦτο δ’ ἔοικεν εἰς τοὺς ἀοράτους τείνειν ἐχθρούς, πρὸς οὓς ὑπὲρ ἀνθρώπων ἔστη Χριστὸς αὐτὸς ὡς ἰδίαν τὴν δίκην ἀναδεξάμενος. ἀντὶ δὲ τοῦ λύτρωσαί με Ἀκύλας ἀγχίστευσόν με φησί, τουτέστι συνέγγισον τῇ πρὸς ἀνθρώπους οἰκειότητι. δι’ ἧς καὶ λύει τοὺς ἀνθρώπους ἐκ φθορᾶς καὶ τὸ ταπεινὸν ἡμῶν ἐλέῳ διορθοῖ.