Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.47
Not analysed yet
Φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Σφόδρα ἀκολούθως μετὰ τὸ εὔξασθαι περὶ τῆς διανοίας· τὸ γὰρ συνετισθῆναι τὰ λόγια τοῦ θεοῦ οὐκ ἦν χειλέων οὐδὲ γλώσσης, ἀλλὰ τοῦ κατὰ ψυχὴν διανοητικοῦ. τὰ ἡγούμενα τοίνυν αἰτήσας ἐπὶ τὰ δεύτερα μέτεισι καὶ ἀξιοῖ τὰ τοῦ ἐν αὐτῷ λόγου ὄργανα, τὰ χείλη καὶ τὴν γλῶτταν, ἀφιερωθῆναι, ὡς ἂν διαπαντὸς τὰ μὲν χείλη ὕμνον ἐξηρεύγοιντο διδασκομένου τοῦ νοῦ ὑπ’ αὐτοῦ τοῦ θεοῦ τὰ δικαιώματα αὐτοῦ, ἡ δὲ γλῶττα φθέγγοιτο μηδὲν ἕτερον ἢ τὰ λόγια τοῦ θεοῦ καὶ τοῦτο πράσσοι, ὅτι πᾶσαι αἱ ὁδοὶ αὐτοῦ δικαιοσύνη .