Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.48
Not analysed yet
Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Συνιδὼν τὸ μέγεθος τοῦ αἰτήματος βοηθείας δεῖται τῆς παρὰ τοῦ θεοῦ εἰς τὸ κατορθῶσαι τὰ προῃτημένα. μεγάλα δὲ αἰτῶν παρὰ τοῦ θεοῦ καὶ τὰ παρ’ ἑαυτοῦ συνεισφέρει λέγων· ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην . ὅπερ ἦν ἐπὶ τῇ ἐμῇ ἐξουσίᾳ, τοῦτ’ ἐξ ἐμοῦ πεπλήρωται. τὰς ἐντολάς σου ᾑρετισάμην ἀγαπήσας αὐτὰς κατὰ τὰ πρόσθεν εἰρημένα.