Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριθʹ Παροικίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-16
Not analysed yet
Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Ἐπὶ τῇ μακρᾷ δὲ καὶ πολυχρονίῳ παροικίᾳ καὶ πᾶς ἀναστενάζει ὁ κατὰ θεὸν προκόπτων· οὐχ ὅλον γὰρ ἑαυτὸν ἐπὶ γῆς παροικεῖν φησιν, ἀλλὰ μόνην τὴν ἑαυτοῦ ψυχὴν σφόδρα ἀκριβῶς λέγων· πολλὰ παρῴκησεν ἡ ψυχή μου· τὸ γὰρ σῶμα αὐτοῦ ἅτε ἀπὸ γῆς ὂν οὐ παροικεῖ ἐπὶ γῆς, μόνη δὲ ἡ ψυχή. διὸ λέλεκται πρὸς αὐτήν· ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου . τοῦτο δὲ αὐτῇ λέγεται ἀπαλλαττομένῃ τῆς παροικίας καὶ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπανιούσῃ.