Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριθʹ Παροικίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-15
Not analysed yet
Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Ὁ μὲν οὖν θεοφιλὴς καὶ ἐν τῇ παροικίᾳ ὢν εἰρηνικός ἐστι πρὸς πάντας φυλάττων τό· ἀγαπᾶτε τοῦς ἐχθροὺς ὑμῶν . εἰρηνικὸς δὲ ἦν ἅτε ἀπὸ τῆς Ἱερουσαλὴμ ὁρμώμενος, ἥτις ἑρμηνεύεται ὅρασις εἰρήνης. ἧς οἱ πολέμιοι τῆς Κηδὰρ ὄντες οἰκεῖοι, τουτέστι τοῦ σκοτασμοῦ, μισοῦντες τὴν εἰρήνην, ἅτε τῆς Ἱερουσαλὴμ ὄντες ἐχθροί, τὸν τὰ πρόσφορα καὶ εἰρηνικὰ συμβουλεύοντα ὡς ἐναντία παραινοῦντα πολεμοῦσι καὶ ἐλαύνουσιν ἅτε ἀλλότριον αὐτῶν ὄντα.