Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-18
Not analysed yet
Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Εὐαγγελισάμενοι τὸν Δαυὶδ τὰ εἰρημένα αὐτῷ λοιπὸν τῷ κυρίῳ προσφωνοῦσιν οἱ ἄγγελοι εὐχόμενοι καὶ ἐπισπέρχοντες θᾶττον αὐτὸν τὴν ἐξ ἀνθρώπων εἰς οὐρανοὺς ἄνοδον ποιήσασθαι καὶ τὴν αὐτοῦ βασιλείαν ἀπολαβεῖν, ἥτις ἦν αὐτοῦ ἀνάπαυσις. παριστῶσι δὲ οἱ ταῦτα λέγοντες, μὴ ἐν ἀναπαύσει αὐτὸν γεγονέναι πρὸ τῆς ἀναστάσεως. ταύτης δὲ καὶ ὁ Ἡσαΐας τῆς ἀναστάσεως μνημονεύει λέγων· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή . Καλῶς δὲ συνῆπται καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· καθ’ ἕτερον τρόπον τοῦ ἀνθρωπείου πάλιν σκήνους, ὃ ἀνείληφε, σημαινομένου, οὗ δὴ καὶ Μωυσῆς σύμβολα κελευσθεὶς ἐποίει ἀπὸ μὲν ξύλων ἀσήπτων κιβωτὸν κατασκευάζων, τὸ δὲ ἱλαστήριον ἐκ χρυσίου καθαροῦ ,ἄντικρυς αἰνιττόμενος διὰ μὲν τοῦ ἱλαστηρίου τὸν διαυγῆ καὶ φωτεινὸν καὶ καθαρώτατον τοῦ θεοῦ λόγον, ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ,διὰ δὲ τῆς κιβωτοῦ τὴν σάρκα, ἣν ἀνείληφεν ἐπιδημήσας τῷ ἡμετέρῳ βίῳ, ἣν καὶ εἰς ἀφθαρσίαν μετεσκεύαζε. διὸ καὶ ἐκ ξύλων ἀσήπτων λέγεται γεγονέναι.