Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-16
Not analysed yet
Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Καὶ ταῦτα εὔχονται θᾶττον ἐν ἀνθρώποις συστῆναι διὰ τῆς τοῦ σωτῆρος παρουσίας, ὅπως τῶν κατὰ Μωυσέα διαλειπόντων συμβόλων τὰ κατὰ ἀλήθειαν ἱερατικὰ ἐνδύματα φανῇ· οὐκέτι γάρ, φασίν, τὰς παρὰ τῷ Μωυσῇ στολάς, αἷς ἐκοσμεῖτο ποτὲ Ἀαρὼν καὶ οἱ τούτου παῖδες, ἐνδύσονται, ἀλλ’ ἀρετῇ καὶ δικαιοσύνῃ κοσμηθήσονται ἐνδύματι ψυχῆς χρησάμενοι τῷ τῆς δικαιοσύνης, ἣ συμπλεκομένη καὶ συνυφαινομένη ταῖς λοιπαῖς ἀρεταῖς τέλειον τῇ ψυχῇ κόσμον ὥσπερ τινὰ χιτῶνα περιτίθησι. δυνατὸν καὶ τὴν παντελῆ ἀρετὴν δικαιοσύνην εἰπεῖν.