Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-2
Not analysed yet
Οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος. Εὑρήσεις δὲ καὶ ταῦτα ἐν τῇ Μωυσέως γραφῇ εἰρημένα, ἔνθα εἴρηται· κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ποιῶν ἔλεος εἰς χιλιάδας. διὰ τοῦτό φησιν ὁ λόγος· ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ · τὰς γὰρ ἀρετὰς αὐτοῦ, καθ’ ἃς τὰ πάντα διοικεῖ, καὶ τὰς φιλανθρώπους δυνάμεις, καθ’ ἃς οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος τυγχάνει, ἐγνώρισε τῷ Μωυσῇ .