Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-2
Not analysed yet
Καθὼς οἰκτίρει πατὴρ υἱούς, οἰκτίρησεν κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Tοῦ θείου λόγου καθόλου πάσῃ ψυχῇ τῇ αὐτῷ ἀνακειμένῃ τῇ τε παραδηλωθείσῃ διὰ τῶν ἔμπροσθεν γενεᾷ καὶ τῷ νέῳ λαῷ τὴν προεκτεθεῖσαν ποιησαμένου διδασκαλίαν, ἐκ προσώπου λοιπὸν ἁπάντων τῶν λόγῳ μεμαθητευμένων τὰ ἑξῆς ἐπιλέγεται μαρτυρούντων ἀλήθειαν τοῖς ἀνωτέρω λελεγμένοις· καὶ γὰρ ἡμῶν αὐτῶν τῶν ἐξ ἐθνῶν προσεληλυθότων αὐτῷ τὰς ἀνομίας ἀνῆκε διὰ τοῦ Χριστοῦ αὐτοῦ ἀγαθὰ ἀντὶ κακῶν ἡμῖν ἀποδοὺς ὡς φιλάνθρωπος καὶ οἰκτίρμων . καὶ ἐμάκρυνε δὲ ἀφ’ ἡμῶν τὰ ἁμαρτήματα τοσοῦτον πόρρω ποιήσας, ὅσον ἀφεστήκασιν ἀνατολαὶ ἀπὸ δυσμῶν. οὕτως οὖν ὥσπερ ἀπὸ σκότους τῆς τῶν ἁμαρτημάτων ἀγνοίας ἐπὶ τὸ φῶς τῆς αὐτοῦ γνώσεως μετεστήσατο ἡμᾶς. καὶ ταῦτ’ ἔπραξεν ὡς ἀγαθὸς πατὴρ σπλαγχνιζόμενος ἐφ’ υἱοῖς μεμηνόσι καὶ ἐπὶ κακῶς διακειμένοις τέκνοις μείζονα οἶκτον ἀναλαβών· τὸν αὐτὸν γὰρ τρόπον καὶ αὐτὸς ᾠκτείρησεν ἡμᾶς ἐξ ἀθέων καὶ ἀφόβων εὐσεβεῖς καὶ φοβουμένους αὐτὸν ἀπεργασάμενος. καὶ τοῦτ’ ἔπραττεν εἰδὼς ἔργον αὐτοῦ καὶ πλάσμα ὑπάρχοντας ἡμᾶς.