Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρληʹ Ἔντευξις δικαίου σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-21
Not analysed yet
Ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ, ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός. Ἐφ’ ἑαυτοῦ λέγει τὴν τοῖς δικαίοις ἀποκειμένην ἐλπίδα ,ἥτις ἐστὶν ἐξ ἀναστάσεως αἰωνία ζωή. ἀλλὰ καὶ σὺν τοῖς ἁγίοις ἐστὶν ὁ κύριος ἀπεντεῦθεν· ἀκηκόασι γὰρ αὐτοῦ· ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας . πότε δὲ δῆλον, ὅτι ἔσται μετ’ αὐτοῦ; ὅταν ἀποκτείνῃς, φησίν, ἁμαρτωλούς, ὁ θεός ,ἀπολέσῃς ψυχὴν καὶ σῶμα τῶν τοιούτων ἐν Γεέννῃ ,ἀλλὰ καὶ ὅταν διάβολον καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις ἁμαρτωλοὺς ὄντας ἀποκτείνῃς καθελὼν αὐτοὺς ἧς ἔχουσι τυραννίδος, τότε ἐξεγερθεὶς ἐγὼ ἔτι εἰμὶ μετὰ σοῦ.