Ancient Greek
3.3 to 3.4
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-30-4
Not analysed yet
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὑπερβαίνει, φησίν, τὴν ἐμὴν δύναμιν καὶ ἐπέκεινά ἐστι τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις ,ὡς μὴ δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά· ὅσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθένιαν διαφεύγει. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην. Καὶ θέα τίνα τρόπον οὐκ ἀλόγῳ πίστει ἑαυτὸν ἐκδίδωσιν, ἀποδεικτικῶς δὲ τὸν περὶ προνοίας συνίστησι λόγον δι’ αὐτῆς τῆς τῶν πραγμάτων ἀποδείξεως· ἔργοις γὰρ αὐτοῖς περιλαμβάνων τοῦ θεοῦ τὰ θαυμάσια καὶ δεικνύς, ὅτι γνωστικῶς καὶ ἐπιστημόνως ποιεῖται θεολογίαν, εἰκότως ἐπιλέγει· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφρόδρα.