Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-22
Not analysed yet
Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Τῶν μὲν ἀσεβῶν, φησίν, παραιτοῦμαι τὰ ἡδέα καὶ εὔχομαι μήποτε αὐτοῖς συνδυάσαι μηδὲ κοινωνὸς γενέσθαι τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν, αἱροῦμαι δὲ τὴν ἅμα τῷ δικαίῳ διατριβήν, κἂν ἐπίπονος ᾖ καὶ λυπηρά μοι ἡ παρὰ τοῦ δικαίου ἐπιστροφὴ καὶ παιδεία. δέχομαι γοῦν τοῦ δικαίου τὸν ἔλεγχον μᾶλλον ἢ τὴν χρηστολογίαν τῶν ἁμαρτωλῶν καὶ τοὺς γλυκεῖς καὶ ἀπατηλοὺς λόγους, κἂν μυρίας εὐλογίας ἐπάγοιέν μου τῇ κεφαλῇ ἐλαίου δίκην ἐπιχρίοντες καὶ ἁπαλύνοντές με ὅσον ἐπὶ ταῖς αὐτῶν κολακευτικαῖς φωναῖς.