Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-20
Not analysed yet
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν. ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην, ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου. Καὶ ταῦτα σαφέστερον ἐξέδωκεν ὁ Σύμμαχος τοῦτον εἰπὼν τὸν τρόπον· ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. ἐκτιλήσονται ἐν χερσὶ πέτρας οἱ κριταὶ αὐτῶν. ἀκούσονται ῥήσεις μου ἡδίστας. ὥσπερ γεωργὸς ὅταν ῥήσσῃ τὴν γῆν, οὕτως ἐσκορπίσθη ἡμῶν τὰ ὀστᾶ παρὰ τὸν Ἄιδην. Εὐξάμενος ἐν τοῖς ἀνωτέρω ῥυσθῆναι ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ εἰπών· οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν ,συνάπτει νῦν τὴν αἰτίαν ἐκείνοις τοῦ μὴ συνδυάζειν αὐτοῖς φάσκων· ἱκανὴ τυγχάνει αὐτῶν ἡ κακία, εἰ γενοίμην αὐτῶν κοινωνός, διασκορπίσαι μου τὴν εὐχὴν καὶ εἴσω τῶν κακιῶν αὐτῶν ἀπολαβεῖν. Εἶθ’ ἑξῆς τὰ τέλη τῶν ἀσεβῶν ὁποῖα ἔσται θεσπίζει λέγων οὕτως· ἐκτιλήσονται ἐν χειρὶ πέτρας οἱ κριταὶ αὐτῶν ἀκούσαντες ῥήσεις μου ἡδίστας. τὰς γὰρ νῦν ἀπιστουμένας ὑπ’ αὐτῶν ῥήσεις μου καιρῷ τινι ἀκούσονται καὶ γνώσονται ἀληθῆ εἶναί μου τὰ ῥήματα, ἐπὰν εἰς ἔργα προχωρήσωσιν οἱ λόγοι διὰ τῶν ἐκβάσεων πιστούμενοι τὰς προρρήσεις. ἔσται δὲ ταῦτα, ὅταν τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους καὶ ἐκ ῥιζῶν ὥσπερ ἀφανιζομένους καὶ ἀποτιλλομένους δυνάμει τοῦ στερροῦ λόγου καὶ τῆς ἀρραγοῦς καὶ νοητῆς πέτρας, ἣν ὁ ἀπόστολος τὸν Χριστὸν εἶναι διδάσκει. Ταῦτα δὲ πείσονται κατὰ καιρὸν οἱ ἀσεβεῖς, εἰ καὶ τὰ μάλιστα κατὰ τὸν ἑνεστῶτα βίον πολλὰ ἐδυνήθησαν. ἡμῶν δὲ τῶν σοὶ ἀνακειμένων τὰ ὀστέα καὶ πᾶσα ἡ τοῦ σώματος δύναμις κατὰ τὸν παρόντα καιρὸν καὶ ἐπὶ τῆς γῆς ταύτης, ἔνθα νῦν κατοικοῦμεν, οὕτως συνετρίβη καὶ διεσκορπίσθη ,ὡσεί τις διαρρήξειε καὶ διέλοι πάχος γῆς συνεστραμμένον, ὡς μέχρις Ἅιδου καὶ θανάτου φθάσαι διὰ τὸν σὸν φόβον καὶ τὴν ταπείνωσιν, ἣν ὑποπιάζοντες ἑαυτοὺς καὶ δουλαγωγοῦντες τεταπεινῶσθαι μὲν τὸ φρόνημα τῆς σαρκὸς νεκροῦντες διὰ τὸ εἰδέναι, ὅτι ταῦτά σοι, τῷ θεῷ, ἀρεστὰ τυγχάνει· καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει, καὶ θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον . ταῦτα δὲ λέγειν οὐχ οἷός τε ἦν ὁ πεπαχυμένος λαός, περὶ οὗ εἴρηται· καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐπαχύνθη καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος .