Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-25
Not analysed yet
Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. Σφόδρα ἀναγκαίως καὶ ἀκολούθως εὔχεται αὐτὸν καταβῆναι τὸν τοῦ θεοῦ λόγον εἰς καθαίρεσιν τῶν πολεμίων· εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, διδάσκει τὰς ἐμὰς χεῖρας καὶ τοὺς δακτύλους ὅπως χρὴ πολεμεῖν, ἀλλὰ τίς ἰσχὺς ἀνθρώπου καὶ πόση δύναμις τοῦ θνητοῦ καὶ ματαιότητι ὁμοιωθέντος πρὸς τὸ δυνηθῆναι στῆναι κατὰ τῆς τοσαύτης παρατάξεως ; διὸ σὺ αὐτός, ὦ κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι. οὐρανοὺς δέ φησι τὰς ἐπινοουμένας ἐν αὐτῷ δυνάμεις. ὡς δὲ πατὴρ νηπίοις καὶ ὡς μαθηταῖς διδάσκαλος συγκαταβαίνει, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος ἀνθρώποις. Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. ταῦτα δὲ καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ λέγεται. μὴ δυναμένου δὲ συστῆναι τοῦ ῥητοῦ –ἀψύχοις γὰρ καὶ ἀλόγοις ὄρεσιν οὐ πιθανὸν ὀργίζεσθαι τὸν θεόν –ἀναγκαῖον τροπικώτερον τὰ ὄρη νοεῖν εἰς δυνάμεις ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ ,ἅς φησιν ὁ λόγος τεταράχθαι καὶ τετιμωρῆσθαι ἐπὶ τῇ καθόδῳ τοῦ Χριστοῦ· καὶ ἐν τῷ Μιχαίᾳ γέγραπται· διότι ἰδοὺ κύριος, κύριος ἐξελεύσεται καὶ καταβήσεται ἐκ τόπου αὐτοῦ, καὶ ταραχθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ οἱ βουνοὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός ,καὶ κατὰ τὰ προκείμενα δὲ τοῦ κυρίου κλίναντος οὐρανοὺς καὶ καταβάντος οἱ μὲν μετ’ ἀπάτης αὐτῷ προσιόντες καὶ ἁπτόμενοι αὐτοῦ ὁμοίως τῇ αἱμορροούσῃ σωτηρίας ἐτύγχανον, τὰ δὲ ὄρη τὰ δαιμονικά, ἐν οἷς τὰ τῆς εἰδωλολατρείας συνειστήκει πρότερον, ἐσβέσθη τῆς τοῦ θείου λόγου δυνάμεως καθαψαμένης αὐτῶν. Μετὰ δὲ ταῦτα διὰ τῶν ἰδίων ἀποστόλων ἀναστράψαντος αὐτούς, ὅτε καὶ ἐπληροῦτο τό· ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ ,αἱ αὐταὶ πονηραὶ δυνάμεις διεσκορπίσθησαν. ἔπειτα τοῖς νοητοῖς αὐτοῦ βέλεσι καὶ τῇ ἀοράτῳ αὐτοῦ κρυφαίᾳ χειρὶ ἐξ ὕψους ἄνωθεν καὶ ἐξ οὐρανοῦ ἀποστελλομένῃ συνετάραξεν αὐτάς.