Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-29
Not analysed yet
Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. Ὡμοιώθη μὲν ματαιότητι, ἀλλ’ οὐκ ἦν ματαιότης, ἐπειδὴ ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις ,ἅπερ ἐστὶν ἀληθῶς ματαιότης. θεῷ δὲ ἀφωμοίωται ἅτε κατ’ εἰκόνα θεοῦ μεμορφωμένος τὴν ψυχὴν κατὰ τὰς τοῦ θεοῦ ἀρετάς. τοῦ δὲ τοῖς κτήνεσιν ὁμοιωθέντος καὶ τῇ σωματικῇ ματαιότητι παραβληθέντος αἱ ἡμέραι ὡσεὶ σκιὰ παράγουσι. διό φησιν ὁ Ἰώβ· σκιὰ γὰρ ἡμῶν ἐστιν ἐπὶ γῆς ὁ βίος ,ἀλλ’ οὐχὶ καὶ παρὰ τῷ θεῷ αἱ ἡμέραι τοιαῦται.