Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-28
Not analysed yet
Πρὸς δὲ διάνοιαν εἴποις ἄν, ὅτι τὸν μὲν κατὰ σάρκα Ἰσραὴλ καὶ τὸν Ἀβραὰμ τὸ κατὰ σάρκα γένος, τουτέστι τὸ ἰουδαϊκόν, ἄμμον γῆς τῆς παραλίας ἀπείκασεν ὁ λόγος εἰπών· πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης ,καὶ ὁ προφήτης φήσας· καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὔτε ἐξαριθμηθήσεται . τὸ μὲν οὖν χεῖρον γένος οὐκ ἠξίωται τοῦ παρὰ θεῷ ἀριθμοῦ. ἐπειδὴ δὲ τῷ αὐτῷ Ἀβραὰμ τοῦ θεοῦ ὁ χρησμὸς ἐπηγγείλατο δώσειν σπέρμα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τοὺς δικαίους καὶ θεοφιλεῖς αἰνιξάμενος, οὐκ ἂν ἁμάρτοις εἰπὼν προφήτας καὶ ἀποστόλους καὶ πάντας τοὺς ἐν θεοσεβείᾳ διαλάμψαντας τούτους εἶναι καὶ περὶ ὧν αὐτῶν λέγεσθαι τὸ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. οὕτω γοῦν ὁ σωτὴρ ἡμῶν τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου ,καὶ ὁ ἀπόστολος· ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ . Τὸ τοίνυν παρὸν λόγιον διδάσκει ὡς ἄρα τοῖς τοιούτοις ἄστροις κατ’ ἀξίαν ἐφαρμόσει ὀνόματα ὁ μέλλων αὐτοὺς κατατάσσειν κύριος, ὥσπερ τῷ Ἅβραμ τὸν Ἁβραὰμ ἐπιτέθεικε καὶ τῷ Ἰακὼβ τὸν Ἰσραὴλ καὶ τῷ Σίμωνι τὸν Πέτρον, φησί τε ἀκόλουθα ταῦτα τοῖς προτεταγμένοις συνῆφθαι· μετὰ γὰρ τὸ ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δῆσαι τὰ συντρίμματα αὐτῶν ἐπανάγων εἰς τὴν κατὰ φύσιν ὑγείαν τοὺς πάλαι νενοσηκότας φωστῆράς τε αὐτοὺς ἀπεργασάμενος ἀξίους τοῦ παρ’ αὐτοῦ ἀριθμοῦ καθίστησιν.