Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-30
Not analysed yet
Μεταβὰς ἀπὸ τῶν οὐρανίων ἐπὶ τὰ κατὰ τὸν ἀέρα ὑφιστάμενα πρόεισιν ἐπὶ τὰ ἐν τῇ γῇ, ὧν τὰ πρῶτα ὄρη καὶ βουνοὶ ὀνομάζει τὰ ὑπὸ ἕξεως μόνης διακρατούμενα, εἶτα ἐπιδίδωσι ἐπὶ τὰ κρείττονα, ταῦτα δὲ ἦν ξύλα καρποφόρα ἃ δὴ φύσεως μετειληχότα πλεῖόν τι ἔχει τῶν ἐν ἕξει μόνῃ τυγχανόντων ὀρῶν καὶ βουνῶν. κρείττονος γοῦν ταῦτα μετέχει δυνάμεως ἅτε δὴ θρεπτικῆς ἤδη καὶ αὐξητικῆς κινήσεως μετειληχότα καὶ χρῆσιν ἀναγκαίαν τῷ βίῳ παρεχόμενα. ἐπειδὴ δὲ τῶν ἀπὸ γῆς φυομένων τὰ μὲν ὡς πρὸς τροφὴν ἐπιτήδεια τυγχάνει ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις, τὰ δὲ τροφὴν μὲν τούτοις οὐ παρέχει, ἄλλην δὲ χρῆσιν ὑπηρεσίας, ἀκριβῶς διεῖλε τὴν τούτων διαφορὰν εἰπών· ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.