Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-25
Not analysed yet
Ὥσπερ ἀπὸ τῶν ὀρῶν καὶ βουνῶν ἐπὶ τὰ κρείττω μεταβέβηκε, τὰ δὲ ἦν τὰ ἀπὸ γῆς φυτά, οὕτω δὲ πάλιν ἀπὸ τούτων ἐπὶ τὴν τῶν ζῴων φύσιν, ἃ δὴ πλείονος τῶν φυτῶν μετέχει δυνάμεως· τὰ μὲν γὰρ θρεπτικῆς μόνης καὶ αὐξητικῆς κινήσεως ἦν, τὰ δὲ πρὸς ταύταις καὶ μεταβατικῆς ἤδη καὶ ψυχικῆς ὁρμῆς τε καὶ φαντασίας καὶ αἰσθητικῆς διαφορᾶς μετείληφεν. εἶτα κἀνταῦθα διαιρεῖ τὸ τῶν ἀλόγων ζῴων γένος εἴς τε τὸ ἄγριον, ὃ καὶ θηρία καλεῖ, καὶ εἰς τὸ ἥμερον, ὃ καὶ κτήνη προσαγορεύει.