Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-6
Not analysed yet
Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν. Ἡμεῖς μὲν οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν θεοσεβείας καὶ ἐν ἀκάρπῳ ἀνύδρῳ τε καὶ ἀγόνῳ ζωῇ πάλαι πρότερον πεπλανημένοι, ὅτε ἦμεν ἔθνη ἄλογα πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, οἱ μηδέποτε ὁδὸν πόλεως καὶ οἰκητηρίου εὑρόντες, ὅτε ἦμεν ἀλλότριοι τῆς πολιτείας τοῦ Ἰσραὴλ ἐλπίδα μὴ ἔχοντες καὶ ἄθλιοι ἐν τῷ κόσμῳ, ἡμεῖς ἦμεν οἱ πάλαι ἐν λιμῷ καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες διὰ τὸ ἐστερῆσθαι λογικῆς καὶ ἐπουρανίου τροφῆς ποτοῦ τε πνευματικοῦ κατὰ τό· οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου .