Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-6
Not analysed yet
Καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτοὺς καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὅτι ἐχόρτασε ψυχὴν κενὴν καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Τῶν ἐθνῶν ἁπάντων πλανωμένων ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ καὶ τῆς ψυχῆς αὐτῶν ἐκλειπούσης ἐξ ἀτροφίας σωτηρίων λόγων οἱ τῶν ἐθνῶν προεστῶτες τοῦ θεοῦ ἄγγελοι οἷα δὴ ποιμένες τῆς ἀνθρωπίνης ἀγέλης ἐβόων πρὸς τὸν θεὸν ἱκετεύοντες κοινὸν ἅπασι καταπεμφθῆναι σωτῆρα. καὶ ἐκέκραξαν πρὸς κύριον οὗτοι ἐν τῷ θλίβεσθαι τοὺς ἐγκεχειρισμένους αὐτοῖς. ὑπερπάσχοντες καὶ ὑπεραλγοῦντες αὐτῶν πλανωμένων ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ καὶ ὁδὸν πόλεως κατοικητηρίου μὴ εὑρισκόντων, ἀλλὰ καὶ πεινώντων καὶ διψώντων καὶ τὴν ψυχὴν ἤδη δι’ ἀτροφίαν ἐκλειπόντων ἐβόων αὐτοὶ καὶ ἔκραζον πρὸς κύριον ὑπὲρ τῶν οἰκείων ἕκαστος πρεσβεύοντες. Εἶτ’ ἐπιλέγει· καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτούς· οἱ μὲν γὰρ ἐπλανήθησαν ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ τοῦτο πρῶτον νόσημα νενοσηκότες τὸ τῆς πλάνης. καὶ δευτέρῳ δὲ κακῷ περιπεσόντες ὁδὸν πόλεως κατοικητηρίου αὐτῶν οὐχ’ εὗρον . καὶ τρίτον δὲ αὐτοὺς περιέσχε κακόν, ἐπείπερ ἦσαν πεινῶντες καὶ διψῶντες ὡς τὴν ψυχὴν αὐτῶν ἐκλείπειν ἐν αὐτοῖς . ὁ δὲ φιλάνθρωπος θεὸς καὶ ἀγαθὸς σωτῆρ πρῶτον μὲν ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν. ἔπειτα ἔδειξεν αὐτοῖς, πῶς χρὴ βαδίζειν τὴν φέρουσαν εἰς τὴν πόλιν τοῦ κατοικητηρίου. καὶ ἐπὶ τούτοις ἐνέπλησεν αὐτοὺς ἀγαθῶν. καὶ τίς ἂν εἴη ἡ εὐθεῖα ὁδὸς ἢ ὁ σωτήριος λόγος, ὁ εὐαγγελικός, ὁ μόνος ἡμᾶς ἀνάγων εἰς τὴν ἐπουράνιον πόλιν, ἐν ᾗ γενόμενοι τὸ κατοικητήριον ἡμῶν εὑρήσομεν; ἐπὶ τούτοις εὐχαριστεῖν ἡμᾶς παρακελεύεται τῷ κυρίῳ διεξιόντας τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ κηρύσσοντας εἰς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅπως οἱ πάντες τὴν χάριν τὴν εἰς ἡμᾶς γενομένην καὶ τὰ ἐλέη τοῦ θεοῦ μαθόντες σπεύσωσιν ἐπὶ τὴν αὐτῶν σωτηρίαν.