Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6
Not analysed yet
Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον. ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου. Ταῦτα δέ φησιν ὁ προφήτης οἰκειούμενος τὴν τοῦ λαοῦ συμφορὰν καὶ ὀλοφυρόμενος τὴν ἀπώλειαν τοῦ τοσούτου πλήθους, ἐπειδήπερ καὶ οἱ ἀλλότριοι τῆς τοῦ θεοῦ μερίδος ἐπὶ τοῖς εἰδώλοις αὐτῶν καὶ τοῖς δαίμοσιν ἐπαιρόμενοι καὶ τοῖς ἡμετέροις κακοῖς ἐπεμβαίνοντες καὶ ἐπιτωθάζοντες ὠνείδιζόν με καθ’ ἐκάστην ἡμέραν ὡς μὴ ἔχοντα βοηθὸν τὸν θεόν. καὶ οὐ μόνον οἱ ἐχθροὶ τοῦ θεοῦ ταῦτ’ ἔπραττον, ἀλλὰ καὶ οἱ ἀγαπῶντές με κατ’ ἐμοῦ ὤμνυον, τουτέστιν οἱ ἀπὸ τοῦ αὐτοῦ μοι ἔθνους καὶ γένους. καὶ οὗτοι γοῦν ἠπίστουν ταῖς αὐταῖς προφητείαις τάς τε παρακλήσεις καὶ τὰς τῶν μελλόντων ἐπαγγελίαις διασύροντες κατ’ ἐμοῦ ὤμνυον, ἦ μὴν πιστεύειν τοῖς ὑπ’ ἐμοῦ προφητευομένοις. δι’ οὓς ἔτι μᾶλλον σποδὸν ὡσεὶ ἄρτον ἤσθιον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, τὴν ἐπικειμένην αὐτοῖς ὀργὴν καὶ τὸν θυμόν σου τὸν κατ’ αὐτῶν αὔξοντα συνορῶν.