Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7
Not analysed yet
Ὅτι ἐπάρας κατέρραξάς με. αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Τὰ συμβεβηκότα τῷ λαῷ καὶ τῷ τόπῳ ἰδιοποιεῖται διδάσκων, ὅτι εἰς μέγα δόξης ἀρθέντα τὸν λαὸν ὡς λαὸν θεοῦ θεοῦ λαὸν χρηματίσαι τόν τε τόπον οἶκον θεοῦ ὀνομασθῆναι διὰ τὸ ἐν αὐτῷ ἁγίασμα. ἐπάρας καὶ τιμήσας ὁ θεὸς ἐφαμίλλως τῇ εἰς ὕψος ἀρθείσῃ αὐτῶν δόξῃ εἰς τὸ ἐναντίον περιαγαγὼν κατέρραξε τὸν μὲν τόπον πολιορκίᾳ παραδοὺς καὶ παντελῇ ἐρημίᾳ, τὸν δὲ λαὸν αἰχμαλωσίᾳ. εἶτ’ ἐπειδὴ πρὸ τούτου τὰ τῆς κατὰ Μωσέα σωματικῆς λατρείας διὰ συμβόλων καὶ τύπων ὥσπερ διὰ σκιᾶς ἐτελεῖτο παρ’ αὐτοῖς, σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν καὶ ταῦτα διῆρτο ἐκ μέσου· διὰ τοῦτό φησιν· αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν. καὶ ἐπειδὴ πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου, πάλιν κοινοποιούμενος τὸν περὶ τοῦ λαοῦ λόγον ἐπιλέγει· καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην .