Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριαʹ Διδασκαλία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-10
Not analysed yet
Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν. ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Τὴν δικαιοσύνην τοῦ μακαριζομένου μὴ σβέννυσθαί φησι μηδὲ ἄχρι τοῦ παρόντος ἵστασθαι, ἀλλὰ καὶ παρεκτείνεσθαι καὶ εἰς τὸν μέλλοντα αἰῶνα, ἐν ᾧ αἰῶνι τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, τουτέστιν ἡ βασιλεία, ἧς καταξιωθήσεται τυχὼν τῶν σωτηρίων ἐπαγγελιῶν· σύνηθες γὰρ τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν.