Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριαʹ Διδασκαλία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-11
Not analysed yet
Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον. ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Διὰ ταῦτα, φησίν, οὐ σαλευθήσεται ,ἀλλ’ οὐδὲ ἀπὸ ἀκοῆς πονηρᾶς φοβηθήσεται ,ἐπειδὴ ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον, ἀνθ’ οὗ ὁ Σύμμαχος ἐποίησεν· ἑδραία ἡ καρδία αὐτοῦ ἀμέριμνος ἐν κυρίῳ .