Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-11
Not analysed yet
Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ κύριον, βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ κύριον, βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον, βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Καὶ ταῦτα δὲ λέγειν παιδεύονται οἱ κατὰ θεὸν παῖδες, ὡς ἂν εἰδεῖεν, ὅτι καὶ αὐτοὶ συμπολῖται γεγόνασι τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ,καὶ ὡς ἂν εἰδεῖεν, ὅτι ὥσπερ οἱ παλαιοὶ ἤλπισαν ἐπὶ κύριον καὶ εἶχον αὐτὸν βοηθόν, ὅτε καλῶς ἔπραττον, οὕτω καὶ νῦν οἱ νέοι ἡμεῖς οἱ παῖδες οἱ ἐξ ἐθνῶν προσεληλυθότες καὶ τὸν φόβον ἀνειληφότες τοῦ αὐτοῦ κυρίου.