Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-17
Not analysed yet
Πάντα, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Τούτοις δὲ ὅμοιόν ἐστι τό· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται ,καὶ τὸ παρὰ τῷ ἀποστόλῳ· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται . Ἀβύσσους δὲ αὐτὸν οἶμαι λέγειν τὰ καταχθόνια . ἔνθα κατεληλυθέναι τὸν σωτῆρα καὶ κύριον ἡμῶν παρίστησιν ὁ αὐτὸς φάσκων· μὴ εἴπῃς· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν . καὶ ἐν τῷ Ἰὼβ δὲ εἴρηται· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; κἀνταῦθα τοίνυν ἄβυσσον τὰ καταχθόνια κέκληκεν. Οὐ μόνον δὲ ἀπὸ τῆς πρώτης τοῦ παντὸς δημιουργίας γνωρίζεται μέγας ὢν ὁ κύριος, ἀλλὰ καὶ ἀπὸ τῆς εἰσέτι δεῦρο ἐνεργούσης προνοίας αὐτοῦ.