Ancient Greek
3.4 to 3.5
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-22-5
Not analysed yet
Ἐπειδὴ οὖν, φησίν, καλὸν τὸ ψάλλειν, τουτέστιν δι’ ἔργων δοξάζειν τὸν θεόν, διὰ ψαλτηρίου καὶ τῶν σωματικῶν ὀργάνων τὸν πρέποντα ὕμνον αὐτῷ ἀπόδοτε. Ὅτι ἐγὼ ἔγνων, ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Μάθετε, φησίν, τίς ποτέ ἐστι καὶ ὁποῖος οὗτος ὁ κύριος, ὃν αἰνεῖν παρακελεύομαι· οὕτω γὰρ μέγας ἐστίν, ὡς μηδὲ εἶναι αὐτοῦ σύγκρισιν πρὸς ἑτέρους. δεσπόζει δὲ καὶ ὁ κύριος τοῦ σύμπαντος κόσμου καὶ ὑμῶν αὐτῶν.