Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-5
Not analysed yet
Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ. καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ἔδει δὲ τὴν θάλασσαν ἐπιτιμᾶσθαι διὰ τὸν ἐν αὐτῃ ἐμφωλεύοντα δράκοντα κατὰ τὸ φῆσαν λόγιον· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά. δράκων οὖτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ . ἐπειδὴ δὲ λέλεκται· εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη, ζητήσειέ τις ἂν περὶ τῶν ἐπιμίκτων Αἰγυπτίων τῶν διελθόντων τὴν θάλασσαν καὶ εἰς τὴν ἔρημον ἅμα τῷ λαῷ γενομένων. πρὸς ὃν ἐροῦμεν, ὅτι μὴ τῶν θλιβόντων ἦσαν τὸν Ἰσραήλ. περὶ δὲ τῶν θλιβόντων εἴρητο τὸ· εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. ὁ δ’ ἐπίμικτος λαὸς αἰγύπτιος μὲν ἦν, πιστεύσας δὲ ταῖς Μωυσέως φωναῖς σωτηρίας ἔτυχεν.