Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-5
Not analysed yet
Καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. ἐτάχυναν ἐπελάθοντο τῶν ἔργων αὐτοῦ. Ὁ μὲν κύριος μὴ ἀρκεσθεὶς τοῖς κατὰ τὴν Αἴγυπτον θαυμασίοις καὶ διὰ τῶν κατὰ τὴν Ἐρυθρὰν Θάλασσαν ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ πανταχόθεν αὐτοὺς συνελαύνων ἐπὶ τὴν σωτηρίαν αὐτῶν. οἱ δὲ νικήσαντες πρὸς μὲν ὀλίγον ἐπίστευον τοῖς λόγοις αὐτοῦ, διελθόντες δὲ τὴν Ἐρυθρὰν Θάλασσαν ἠπίστουν. ὅτε καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ σὺν τῷ Μωυσῇ καὶ Ἀαρών, τὴν ᾠδὴν τὴν ἐν τῇ Ἐξόδῳ ,παραυτίκα καὶ παραχρῆμα μεταβαλόμενοι ἐτάχυναν καὶ ἐπελάθοντο τῶν ἔργων αὐτοῦ.